Περιγραφή Μαθήματος

Αναστάσιμη Προσευχή
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, / θανάτῳ θάνατον πατήσας / καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος. Ἀνάστασιν Χριστοῦ θεασάμενοι, / προσκυνήσωμεν ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. / Τὸν Σταυρόν σου Χριστὲ προσκυνοῦμεν / καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· / σὺ γὰρ εἶ Θεὸς ἡμῶν, / ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. / Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· / ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. / Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, / ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ· / Σταυρὸν γὰρ ὑπομείνας δι᾿ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. / Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.
Αναρτήσεις

Ημερολόγιο
Ανακοινώσεις
Όλες...- - Δεν υπάρχουν ανακοινώσεις -